Ancient Greek
4.32 to 4.37
NOVUM TESTAMENTUM, Acta apostolorum 4.32-37
Not analysed yet
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία ,καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι ,ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά . καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ ,χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς . οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς · ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον ,πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων · διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν . Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων ,ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως ,Λευίτης ,Κύπριος τῷ γένει ,ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων .