Ancient Greek
5.33 to 5.42
NOVUM TESTAMENTUM, Acta apostolorum 5.33-42
Not analysed yet
Οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς . ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ ,νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ ,ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι ,εἶπέν τε πρὸς αὐτούς · Ἄνδρες Ἰσραηλῖται ,προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν . πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς ,λέγων εἶναί τινα ἑαυτόν ,ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων · ὃς ἀνῃρέθη ,καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν . μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ · κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν . καὶ τὰ νῦν λέγω ὑμῖν ,ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς · (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο ,καταλυθήσεται ,εἰ δὲ ἐκ θεοῦ ἐστιν ,οὐ δυνήσεσθε καταλῦσαι αὐτούς · . μήποτε καὶ θεομάχοι εὑρεθῆτε . ἐπείσθησαν δὲ αὐτῷ ,καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν . οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι · πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστὸν Ἰησοῦν .