# Acta apostolorum 7.1-15

New Testament, Acta apostolorum, 7.1 to 7.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/7.1

Εἶπεν δὲ ὁ ἀρχιερεύς · Εἰ ταῦτα οὕτως ἔχει ; ὁ δὲ ἔφη · Ἄνδρες ἀδελφοὶ καὶ πατέρες , ἀκούσατε · Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν , καὶ εἶπεν πρὸς αὐτόν · Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου , καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω . τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν . κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε , καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός , καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν , οὐκ ὄντος αὐτῷ τέκνου . ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ , καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια · καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ , ὁ θεὸς εἶπεν , καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ . καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς · καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ , καὶ Ἰσαὰκ τὸν Ἰακώβ , καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας . Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον · καὶ ἦν ὁ θεὸς μετ’ αὐτοῦ , καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ , καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου , καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ . ἦλθεν δὲ λιμὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη , καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν · ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον · καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ , καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ . ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε , καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον . καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν ,

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
