Ancient Greek
7.46 to 7.60
NOVUM TESTAMENTUM, Acta apostolorum 7.46-60
Not analysed yet
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ θεῷ Ἰακώβ . Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον . ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ · καθὼς ὁ προφήτης λέγει · Ὁ οὐρανός μοι θρόνος ,ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου · ποῖον οἶκον οἰκοδομήσετέ μοι ,λέγει κύριος ,ἢ τίς τόπος τῆς καταπαύσεώς μου ; οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα ; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν ,ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ,ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς . τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν ; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε ,οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων ,καὶ οὐκ ἐφυλάξατε . Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν . ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ ,καὶ εἶπεν · Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ . κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν ,καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν ,καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν . καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου . καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα · Κύριε Ἰησοῦ ,δέξαι τὸ πνεῦμά μου · θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ · Κύριε ,μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν · καὶ τοῦτο εἰπὼν ἐκοιμήθη .