# Acta apostolorum 7.46-60

New Testament, Acta apostolorum, 7.46 to 7.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/7.46

ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ θεῷ Ἰακώβ . Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον . ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ · καθὼς ὁ προφήτης λέγει · Ὁ οὐρανός μοι θρόνος , ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου · ποῖον οἶκον οἰκοδομήσετέ μοι , λέγει κύριος , ἢ τίς τόπος τῆς καταπαύσεώς μου ; οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα ; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν , ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε , ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς . τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν ; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε , οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων , καὶ οὐκ ἐφυλάξατε . Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν . ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ , καὶ εἶπεν · Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ . κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν , καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν , καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν . καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου . καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα · Κύριε Ἰησοῦ , δέξαι τὸ πνεῦμά μου · θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ · Κύριε , μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν · καὶ τοῦτο εἰπὼν ἐκοιμήθη .

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
