# Acta apostolorum 8.19-33

New Testament, Acta apostolorum, 8.19 to 8.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/8.19

λέγων · Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον . Πέτρος δὲ εἶπεν πρὸς αὐτόν · Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι . οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ , ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ . μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης , καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου · εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα . ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν · Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε . Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα , πολλάς τε κώμας τῶν Σαμαριτῶν εὐηγγελίζοντο . Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων · Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν · αὕτη ἐστὶν ἔρημος . καὶ ἀναστὰς ἐπορεύθη , καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων , ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς , ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ , ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν . εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ · Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ . προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην καὶ εἶπεν · Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις ; ὁ δὲ εἶπεν · Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με ; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ . ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη · Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη , καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος , οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ . ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη · τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ .

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
