Ancient Greek
8.34 to 8.40
NOVUM TESTAMENTUM, Acta apostolorum 8.34-40
Not analysed yet
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν · Δέομαί σου ,περὶ τίνος ὁ προφήτης λέγει τοῦτο . περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός ; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν . ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν ,ἦλθον ἐπί τι ὕδωρ ,καί φησιν ὁ εὐνοῦχος · Ἰδοὺ ὕδωρ ,τί κωλύει με βαπτισθῆναι . καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα ,καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος ,καὶ ἐβάπτισεν αὐτόν . ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος ,πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον ,καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος ,ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων . Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον ,καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν .