# Acta apostolorum 9.1-16

New Testament, Acta apostolorum, 9.1 to 9.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/9.1

Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου , προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς , ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας , ἄνδρας τε καὶ γυναῖκας , δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ . ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ , ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ , καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ , τί με διώκεις ; εἶπεν δέ · Τίς εἶ , κύριε ; ὁ δέ · Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις · ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν , καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν . οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί , ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες . ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς , ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν · χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν . καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων , καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν . Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας , καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος · Ἁνανία . ὁ δὲ εἶπεν · Ἰδοὺ ἐγώ , κύριε . ὁ δὲ κύριος πρὸς αὐτόν · Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα , ἰδοὺ γὰρ προσεύχεται , καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας ὅπως ἀναβλέψῃ . ἀπεκρίθη δὲ Ἁνανίας · Κύριε , ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου , ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ · καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου . εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος · Πορεύου , ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ , ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν .

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
