Ancient Greek
9.32 to 9.43
NOVUM TESTAMENTUM, Acta apostolorum 9.32-43
Not analysed yet
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα . εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου ,ὃς ἦν παραλελυμένος . καὶ εἶπεν αὐτῷ ὁ Πέτρος · Αἰνέα ,ἰᾶταί σε Ἰησοῦς Χριστός · ἀνάστηθι καὶ στρῶσον σεαυτῷ · καὶ εὐθέως ἀνέστη . καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα ,οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον . Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά ,ἣ διερμηνευομένη λέγεται Δορκάς · αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει . ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν · λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ . ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες · Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν · ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς · ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον ,καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς . ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο ,καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν · Ταβιθά ,ἀνάστηθι . ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς ,καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν . δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν ,φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν . γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης ,καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον . ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ .