# Acta apostolorum 9.32-43

New Testament, Acta apostolorum, 9.32 to 9.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/acta-apostolorum/9.32

Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα . εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου , ὃς ἦν παραλελυμένος . καὶ εἶπεν αὐτῷ ὁ Πέτρος · Αἰνέα , ἰᾶταί σε Ἰησοῦς Χριστός · ἀνάστηθι καὶ στρῶσον σεαυτῷ · καὶ εὐθέως ἀνέστη . καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα , οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον . Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά , ἣ διερμηνευομένη λέγεται Δορκάς · αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει . ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν · λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ . ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες · Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν · ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς · ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον , καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς . ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο , καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν · Ταβιθά , ἀνάστηθι . ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς , καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν . δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν , φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν . γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης , καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον . ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ .

---

NOVUM TESTAMENTUM, Acta apostolorum, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg005.local001/.
