Ancient Greek · ~8 min
12.1 to 12.11
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 12.1-11
Not analysed yet
Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ ,γυνὴ περιβεβλημένη τὸν ἥλιον ,καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς ,καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα ,καὶ ἐν γαστρὶ ἔχουσα · καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν . καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ ,καὶ ἰδοὺ δράκων μέγας πυρρός ,ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα ,καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ ,καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν . καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν ,ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ . καὶ ἔτεκεν υἱόν ,ἄρσεν ,ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ · καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ . καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ,ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ ,ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα . Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ ,ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος . καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ ,καὶ οὐκ ἴσχυσεν ,οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ . καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας ,ὁ ὄφις ὁ ἀρχαῖος ,ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς ,ὁ πλανῶν τὴν οἰκουμένην ὅλην —ἐβλήθη εἰς τὴν γῆν ,καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν . Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν · Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ ,ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν ,ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός . καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν ,καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου ·