Ancient Greek · ~4 min
17.12 to 17.18
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 17.12-18
Not analysed yet
καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν ,οἵτινες βασιλείαν οὔπω ἔλαβον ,ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου . οὗτοι μίαν γνώμην ἔχουσιν ,καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν . οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν ,καὶ τὸ ἀρνίον νικήσει αὐτούς ,ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων ,καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί . Καὶ λέγει μοι · Τὰ ὕδατα ἃ εἶδες ,οὗ ἡ πόρνη κάθηται ,λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι . καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον ,οὗτοι μισήσουσι τὴν πόρνην ,καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν ,καὶ τὰς σάρκας αὐτῆς φάγονται ,καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί · ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ ,καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ,ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ . καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς .