Ancient Greek · ~8 min
6.1 to 6.11
NOVUM TESTAMENTUM, Apocalypsis Ioannis 6.1-11
Not analysed yet
Καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων ,καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς · Ἔρχου . καὶ εἶδον ,καὶ ἰδοὺ ἵππος λευκός ,καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον ,καὶ ἐδόθη αὐτῷ στέφανος ,καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ . Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν ,ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος · Ἔρχου . καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός ,καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν ,καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη . Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην ,ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος · Ἔρχου . καὶ εἶδον ,καὶ ἰδοὺ ἵππος μέλας ,καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ . καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν · Χοῖνιξ σίτου δηναρίου ,καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου · καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς . Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην ,ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος · Ἔρχου . καὶ εἶδον ,καὶ ἰδοὺ ἵππος χλωρός ,καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος ,καὶ ὁ ᾅδης ἠκολούθει μετ’ αὐτοῦ ,καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς ,ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς . Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα ,εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον . καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες · Ἕως πότε ,ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός ,οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς ; καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή ,καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν ,ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί .