Ancient Greek · ~2 min
3.20 to 3.25
NOVUM TESTAMENTUM, Epistula Pauli ad Colossenses 3.20-25
Not analysed yet
Τὰ τέκνα ,ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα ,τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ . οἱ πατέρες ,μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ,ἵνα μὴ ἀθυμῶσιν . οἱ δοῦλοι ,ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις ,μὴ ἐν ὀφθαλμοδουλίαις ,ὡς ἀνθρωπάρεσκοι ,ἀλλ’ ἐν ἁπλότητι καρδίας ,φοβούμενοι τὸν κύριον . ὃ ἐὰν ποιῆτε ,ἐκ ψυχῆς ἐργάζεσθε ,ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις ,εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας · τῷ κυρίῳ Χριστῷ δουλεύετε · ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν ,καὶ οὐκ ἔστιν προσωπολημψία .