# Epistula Pauli ad Corinthios I 1.1-18

New Testament, Epistula Pauli ad Corinthios I, 1.1 to 1.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/epistula-pauli-ad-corinthios-i/1.1

Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ , ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ , τῇ οὔσῃ ἐν Κορίνθῳ , κλητοῖς ἁγίοις , σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν καὶ ἡμῶν · χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ . Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ , ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ , ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει , καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν , ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι , ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ · ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ . πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν . Παρακαλῶ δὲ ὑμᾶς , ἀδελφοί , διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες , καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα , ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ . ἐδηλώθη γάρ μοι περὶ ὑμῶν , ἀδελφοί μου , ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν . λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει · Ἐγὼ μέν εἰμι Παύλου , Ἐγὼ δὲ Ἀπολλῶ , Ἐγὼ δὲ Κηφᾶ , Ἐγὼ δὲ Χριστοῦ . μεμέρισται ὁ Χριστός ; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν , ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε ; εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον , ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε · ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον · λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα . οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι , οὐκ ἐν σοφίᾳ λόγου , ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ . Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν , τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν .

---

NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg007.local001/.
