Ancient Greek
1.19 to 1.31
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 1.19-31
Not analysed yet
γέγραπται γάρ · Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν ,καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω . ποῦ σοφός ; ποῦ γραμματεύς ; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου . ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν ,εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας . ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν · ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον ,Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν ,αὐτοῖς δὲ τοῖς κλητοῖς ,Ἰουδαίοις τε καὶ Ἕλλησιν ,Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν . ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν ,καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων . Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν ,ἀδελφοί ,ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα ,οὐ πολλοὶ δυνατοί ,οὐ πολλοὶ εὐγενεῖς · ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός ,ἵνα καταισχύνῃ τοὺς σοφούς ,καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός ,ἵνα καταισχύνῃ τὰ ἰσχυρά ,καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός ,τὰ μὴ ὄντα ,ἵνα τὰ ὄντα καταργήσῃ ,ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ . ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ ,ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ ,δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις ,ἵνα καθὼς γέγραπται · Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω .