Ancient Greek
12.21 to 12.31
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 12.21-31
Not analysed yet
οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί · Χρείαν σου οὐκ ἔχω ,ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν · Χρείαν ὑμῶν οὐκ ἔχω · ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν ,καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος ,τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν ,καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει ,τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει . ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα ,τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν ,ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ,ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη . καὶ εἴτε πάσχει ἓν μέλος ,συμπάσχει πάντα τὰ μέλη · εἴτε δοξάζεται μέλος ,συγχαίρει πάντα τὰ μέλη . Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους . καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους ,δεύτερον προφήτας ,τρίτον διδασκάλους ,ἔπειτα δυνάμεις ,ἔπειτα χαρίσματα ἰαμάτων ,ἀντιλήμψεις ,κυβερνήσεις ,γένη γλωσσῶν . μὴ πάντες ἀπόστολοι ; μὴ πάντες προφῆται ; μὴ πάντες διδάσκαλοι ; μὴ πάντες δυνάμεις ; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων ; μὴ πάντες γλώσσαις λαλοῦσιν ; μὴ πάντες διερμηνεύουσιν ; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα . καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι .