Ancient Greek
3.1 to 3.19
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 3.1-19
Not analysed yet
Κἀγώ ,ἀδελφοί ,οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις ,ὡς νηπίοις ἐν Χριστῷ . γάλα ὑμᾶς ἐπότισα ,οὐ βρῶμα ,οὔπω γὰρ ἐδύνασθε . ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε ,ἔτι γὰρ σαρκικοί ἐστε . ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις ,οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε ; ὅταν γὰρ λέγῃ τις · Ἐγὼ μέν εἰμι Παύλου ,ἕτερος δέ · Ἐγὼ Ἀπολλῶ ,οὐκ ἄνθρωποί ἐστε ; Τί οὖν ἐστιν Ἀπολλῶς ; τί δέ ἐστιν Παῦλος ; διάκονοι δι’ ὧν ἐπιστεύσατε ,καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν . ἐγὼ ἐφύτευσα ,Ἀπολλῶς ἐπότισεν ,ἀλλὰ ὁ θεὸς ηὔξανεν · ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ,ἀλλ’ ὁ αὐξάνων θεός . ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ,ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον ,θεοῦ γάρ ἐσμεν συνεργοί · θεοῦ γεώργιον ,θεοῦ οἰκοδομή ἐστε . Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα ,ἄλλος δὲ ἐποικοδομεῖ . ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ · θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ,ὅς ἐστιν Ἰησοῦς Χριστός · εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν ,ἄργυρον ,λίθους τιμίους ,ξύλα ,χόρτον ,καλάμην ,ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ,ἡ γὰρ ἡμέρα δηλώσει · ὅτι ἐν πυρὶ ἀποκαλύπτεται ,καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει . εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν ,μισθὸν λήμψεται · εἴ τινος τὸ ἔργον κατακαήσεται ,ζημιωθήσεται ,αὐτὸς δὲ σωθήσεται ,οὕτως δὲ ὡς διὰ πυρός . Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν ; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει ,φθερεῖ τοῦτον ὁ θεός · ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν ,οἵτινές ἐστε ὑμεῖς . Μηδεὶς ἑαυτὸν ἐξαπατάτω · εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ ,μωρὸς γενέσθω ,ἵνα γένηται σοφός ,ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν · γέγραπται γάρ · Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ·