Ancient Greek
6.1 to 6.17
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 6.1-17
Not analysed yet
Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων ,καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων ; ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν ; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος ,ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων ; οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν ,μήτιγε βιωτικά ; βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε ,τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ ,τούτους καθίζετε ; πρὸς ἐντροπὴν ὑμῖν λέγω . οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ ,ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται ,καὶ τοῦτο ἐπὶ ἀπίστων ; ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν · διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε ; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε ; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε ,καὶ τοῦτο ἀδελφούς . Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν ; μὴ πλανᾶσθε · οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται ,οὐ μέθυσοι ,οὐ λοίδοροι ,οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν . καὶ ταῦτά τινες ἦτε · ἀλλὰ ἀπελούσασθε ,ἀλλὰ ἡγιάσθητε ,ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν . Πάντα μοι ἔξεστιν · ἀλλ’ οὐ πάντα συμφέρει . πάντα μοι ἔξεστιν · ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος . τὰ βρώματα τῇ κοιλίᾳ ,καὶ ἡ κοιλία τοῖς βρώμασιν · ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει . τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ ,καὶ ὁ κύριος τῷ σώματι · ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ . οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη ; μὴ γένοιτο . ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν ; Ἔσονται γάρ ,φησίν ,οἱ δύο εἰς σάρκα μίαν . ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν .