Ancient Greek
7.1 to 7.16
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 7.1-16
Not analysed yet
Περὶ δὲ ὧν ἐγράψατε ,καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι · διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω ,καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω . τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ,ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί . ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ · ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή . μὴ ἀποστερεῖτε ἀλλήλους ,εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε ,ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν . τοῦτο δὲ λέγω κατὰ συγγνώμην ,οὐ κατ’ ἐπιταγήν . θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν · ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ ,ὁ μὲν οὕτως ,ὁ δὲ οὕτως . Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις ,καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ · εἰ δὲ οὐκ ἐγκρατεύονται ,γαμησάτωσαν ,κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι . Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω ,οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος ,γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι —ἐὰν δὲ καὶ χωρισθῇ ,μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω —καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι . Τοῖς δὲ λοιποῖς λέγω ἐγώ ,οὐχ ὁ κύριος · εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον ,καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ ,μὴ ἀφιέτω αὐτήν · καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον ,καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς ,μὴ ἀφιέτω τὸν ἄνδρα . ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί ,καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ · ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν ,νῦν δὲ ἅγιά ἐστιν . εἰ δὲ ὁ ἄπιστος χωρίζεται ,χωριζέσθω · οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις ,ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ θεός . τί γὰρ οἶδας ,γύναι ,εἰ τὸν ἄνδρα σώσεις ; ἢ τί οἶδας ,ἄνερ ,εἰ τὴν γυναῖκα σώσεις ;