Ancient Greek
7.36 to 7.40
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios I 7.36-40
Not analysed yet
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος ,καὶ οὕτως ὀφείλει γίνεσθαι ,ὃ θέλει ποιείτω · οὐχ ἁμαρτάνει · γαμείτωσαν . ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ,ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος ,καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ ,τηρεῖν τὴν ἑαυτοῦ παρθένον ,καλῶς ποιήσει · ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ ,καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει . Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς · ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ ,ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι ,μόνον ἐν κυρίῳ · μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ ,κατὰ τὴν ἐμὴν γνώμην ,δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν .