Ancient Greek
11.1 to 11.19
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios II 11.1-19
Not analysed yet
Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης · ἀλλὰ καὶ ἀνέχεσθέ μου . ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ,ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ · φοβοῦμαι δὲ μή πως ,ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ ,φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν . εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ,ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ,ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε ,καλῶς ἀνέχεσθε . λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων · εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ,ἀλλ’ οὐ τῇ γνώσει ,ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς . Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ,ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν ; ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν ,καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός · τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας · καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω . ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας . διὰ τί ; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς ; ὁ θεὸς οἶδεν . Ὃ δὲ ποιῶ καὶ ποιήσω ,ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ,ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς . οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ,ἐργάται δόλιοι ,μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ · καὶ οὐ θαῦμα ,αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός · οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ,ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν . Πάλιν λέγω ,μή τίς με δόξῃ ἄφρονα εἶναι —εἰ δὲ μή γε ,κἂν ὡς ἄφρονα δέξασθέ με ,ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι · ὃ λαλῶ οὐ κατὰ κύριον λαλῶ ,ἀλλ’ ὡς ἐν ἀφροσύνῃ ,ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως . ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα ,κἀγὼ καυχήσομαι . ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες ·