Ancient Greek
12.1 to 12.15
NOVUM TESTAMENTUM, Epistula Pauli ad Corinthios II 12.1-15
Not analysed yet
Καυχᾶσθαι δεῖ · οὐ συμφέρον μέν ,ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου . οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων —εἴτε ἐν σώματι οὐκ οἶδα ,εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα ,ὁ θεὸς οἶδεν —ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ . καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον —εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα ,ὁ θεὸς οἶδεν —ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι . ὑπὲρ τοῦ τοιούτου καυχήσομαι ,ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις . ἐὰν γὰρ θελήσω καυχήσασθαι ,οὐκ ἔσομαι ἄφρων ,ἀλήθειαν γὰρ ἐρῶ · φείδομαι δέ ,μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ ,καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων . διὸ ἵνα μὴ ὑπεραίρωμαι ,ἐδόθη μοι σκόλοψ τῇ σαρκί ,ἄγγελος Σατανᾶ ,ἵνα με κολαφίζῃ ,ἵνα μὴ ὑπεραίρωμαι . ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ · καὶ εἴρηκέν μοι · Ἀρκεῖ σοι ἡ χάρις μου · ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται . ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου ,ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ . διὸ εὐδοκῶ ἐν ἀσθενείαις ,ἐν ὕβρεσιν ,ἐν ἀνάγκαις ,ἐν διωγμοῖς καὶ στενοχωρίαις ,ὑπὲρ Χριστοῦ · ὅταν γὰρ ἀσθενῶ ,τότε δυνατός εἰμι . Γέγονα ἄφρων · ὑμεῖς με ἠναγκάσατε · ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι . οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων ,εἰ καὶ οὐδέν εἰμι · τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ ,σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν . τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας ,εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν ; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην . Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς ,καὶ οὐ καταναρκήσω · οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς ,οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ,ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις . ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν . εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν ,ἧσσον ἀγαπῶμαι ;