Ancient Greek
2.18 to 2.22
NOVUM TESTAMENTUM, Epistula Pauli ad Ephesios 2.18-22
Not analysed yet
ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα . ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ,ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ ,ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ,ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ ,ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ ,ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι .