Ancient Greek
5.24 to 5.33
NOVUM TESTAMENTUM, Epistula Pauli ad Ephesios 5.24-33
Not analysed yet
ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ ,οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί . Οἱ ἄνδρες ,ἀγαπᾶτε τὰς γυναῖκας ,καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς ,ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι ,ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν ,μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ,ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος . οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα · ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ ,οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ,ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν ,καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν ,ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ . ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ ,καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν . τὸ μυστήριον τοῦτο μέγα ἐστίν ,ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν . πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ,ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα .