Ancient Greek
1.19 to 1.24
NOVUM TESTAMENTUM, Epistula Pauli ad Galatas 1.19-24
Not analysed yet
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον ,εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου . ἃ δὲ γράφω ὑμῖν ,ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι . ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας . ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ ,μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει ,καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν .