Ancient Greek · ~2 min
11.37 to 11.40
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 11.37-40
Not analysed yet
ἐλιθάσθησαν ,ἐπρίσθησαν ,ἐν φόνῳ μαχαίρης ἀπέθανον ,περιῆλθον ἐν μηλωταῖς ,ἐν αἰγείοις δέρμασιν ,ὑστερούμενοι ,θλιβόμενοι ,κακουχούμενοι ,ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς · καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν ,τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου ,ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν .