Ancient Greek · ~1 min
2.17 to 2.18
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 2.17-18
Not analysed yet
ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι ,ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν ,εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ · ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς ,δύναται τοῖς πειραζομένοις βοηθῆσαι .