Ancient Greek · ~5 min
7.19 to 7.28
NOVUM TESTAMENTUM, Epistula Pauli ad Hebraeos 7.19-28
Not analysed yet
οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ,ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος ,δι’ ἧς ἐγγίζομεν τῷ θεῷ . Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες ,ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν · Ὤμοσεν κύριος ,καὶ οὐ μεταμεληθήσεται ,Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα . ,κατὰ τοσοῦτο κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς . Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν · ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην · ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ ,πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν . Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς ,ὅσιος ,ἄκακος ,ἀμίαντος ,κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν ,καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος · ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην ,ὥσπερ οἱ ἀρχιερεῖς ,πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ,ἔπειτα τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας )· ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν ,ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν ,εἰς τὸν αἰῶνα τετελειωμένον .