Ancient Greek
16.19 to 16.24
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 16.19-24
Not analysed yet
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο · ἐφ’ ὑμῖν οὖν χαίρω ,θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν ,ἀκεραίους δὲ εἰς τὸ κακόν . ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει . ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν . Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου ,καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου . ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ . ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας . ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός . Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν . Ἀμήν .