# Epistula Pauli ad Romanos 2.1-19

New Testament, Epistula Pauli ad Romanos, 2.1 to 2.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/epistula-pauli-ad-romanos/2.1

Διὸ ἀναπολόγητος εἶ , ὦ ἄνθρωπε πᾶς ὁ κρίνων · ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον , σεαυτὸν κατακρίνεις , τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων · οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας . λογίζῃ δὲ τοῦτο , ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά , ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ ; ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς , ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει ; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ , ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ · τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον · τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός , θλῖψις καὶ στενοχωρία , ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν , Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος · δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν , Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι · οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ . Ὅσοι γὰρ ἀνόμως ἥμαρτον , ἀνόμως καὶ ἀπολοῦνται · καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον , διὰ νόμου κριθήσονται · οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ θεῷ , ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται . ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν , οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος · οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν , συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων , ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ . Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου , πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν , φῶς τῶν ἐν σκότει ,

---

NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg006.local001/.
