Ancient Greek
2.20 to 2.29
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 2.20-29
Not analysed yet
παιδευτὴν ἀφρόνων ,διδάσκαλον νηπίων ,ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ —ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις ; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις ; ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς ; ὃς ἐν νόμῳ καυχᾶσαι ,διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις ; τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν ,καθὼς γέγραπται . Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς · ἐὰν δὲ παραβάτης νόμου ᾖς ,ἡ περιτομή σου ἀκροβυστία γέγονεν . ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ ,οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται ; καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου . οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν ,οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή · ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος ,καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι ,οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ .