# Epistula Pauli ad Romanos 8.1-17

New Testament, Epistula Pauli ad Romanos, 8.1 to 8.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/epistula-pauli-ad-romanos/8.1

Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ · ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου . τὸ γὰρ ἀδύνατον τοῦ νόμου , ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός , ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί , ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα · οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν , οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος . τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος , τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη · διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν , τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται , οὐδὲ γὰρ δύναται · οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται . Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι , εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν . εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει , οὗτος οὐκ ἔστιν αὐτοῦ . εἰ δὲ Χριστὸς ἐν ὑμῖν , τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν , τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην . εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν , ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν . Ἄρα οὖν , ἀδελφοί , ὀφειλέται ἐσμέν , οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν , εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνῄσκειν , εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε , ζήσεσθε . ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται , οὗτοι υἱοί εἰσιν θεοῦ . οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον , ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν · Αββα ὁ πατήρ · αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ . εἰ δὲ τέκνα , καὶ κληρονόμοι · κληρονόμοι μὲν θεοῦ , συγκληρονόμοι δὲ Χριστοῦ , εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν .

---

NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg006.local001/.
