Ancient Greek
9.1 to 9.19
NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos 9.1-19
Not analysed yet
Ἀλήθειαν λέγω ἐν Χριστῷ ,οὐ ψεύδομαι ,συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ ,ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου · ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα ,οἵτινές εἰσιν Ἰσραηλῖται ,ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι ,ὧν οἱ πατέρες ,καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα ,ὁ ὢν ἐπὶ πάντων ,θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας · ἀμήν . Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ . οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ ,οὗτοι Ἰσραήλ · οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ ,πάντες τέκνα ,ἀλλ’ · Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα . τοῦτ’ ἔστιν ,οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ ,ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα · ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος · Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός . οὐ μόνον δέ ,ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα ,Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν · μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον ,ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ ,οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος ,ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι · καθὼς γέγραπται · Τὸν Ἰακὼβ ἠγάπησα ,τὸν δὲ Ἠσαῦ ἐμίσησα . Τί οὖν ἐροῦμεν ; μὴ ἀδικία παρὰ τῷ θεῷ ; μὴ γένοιτο · τῷ Μωϋσεῖ γὰρ λέγει · Ἐλεήσω ὃν ἂν ἐλεῶ ,καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω . ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ . λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου ,καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ . ἄρα οὖν ὃν θέλει ἐλεεῖ ,ὃν δὲ θέλει σκληρύνει . Ἐρεῖς μοι οὖν · Τί οὖν ἔτι μέμφεται ; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν ;