# Epistula Pauli ad Romanos 9.20-33

New Testament, Epistula Pauli ad Romanos, 9.20 to 9.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/epistula-pauli-ad-romanos/9.20

ὦ ἄνθρωπε , μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως ; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν ; εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν , καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους , ἃ προητοίμασεν εἰς δόξαν , οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν ; — ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει · Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην · καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς · Οὐ λαός μου ὑμεῖς , ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος . Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ · Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης , τὸ ὑπόλειμμα σωθήσεται · λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς . καὶ καθὼς προείρηκεν Ἠσαΐας · Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα , ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν . Τί οὖν ἐροῦμεν ; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην , δικαιοσύνην δὲ τὴν ἐκ πίστεως · Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν . διὰ τί ; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων · προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος , καθὼς γέγραπται · Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου , καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται .

---

NOVUM TESTAMENTUM, Epistula Pauli ad Romanos, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg006.local001/.
