# Epistula Pauli ad Thessalonicenses I 2.1-15

New Testament, Epistula Pauli ad Thessalonicenses I, 2.1 to 2.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/epistula-pauli-ad-thessalonicenses-i/2.1

Αὐτοὶ γὰρ οἴδατε , ἀδελφοί , τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν , ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι . ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ , ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν , οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν . οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν , καθὼς οἴδατε , οὔτε ἐν προφάσει πλεονεξίας , θεὸς μάρτυς , οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν , οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων , δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι · ἀλλὰ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν , ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα · οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς , διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε . Μνημονεύετε γάρ , ἀδελφοί , τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον · νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ . ὑμεῖς μάρτυρες καὶ ὁ θεός , ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν , καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι , εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν . Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως , ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ , ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν . ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε , ἀδελφοί , τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ , ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων , καὶ θεῷ μὴ ἀρεσκόντων , καὶ πᾶσιν ἀνθρώποις ἐναντίων ,

---

NOVUM TESTAMENTUM, Epistula Pauli ad Thessalonicenses I, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg013.local001/.
