Ancient Greek · ~3 min
2.16 to 2.20
NOVUM TESTAMENTUM, Epistula Pauli ad Thessalonicenses I 2.16-20
Not analysed yet
κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν ,εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε . ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος . Ἡμεῖς δέ ,ἀδελφοί ,ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας ,προσώπῳ οὐ καρδίᾳ ,περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ . διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς ,ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς ,καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς . τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως —ἢ οὐχὶ καὶ ὑμεῖς —ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ ; ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά .