Ancient Greek · ~9 min
5.1 to 5.26
NOVUM TESTAMENTUM, Epistula Pauli ad Thessalonicenses I 5.1-26
Not analysed yet
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν ,ἀδελφοί ,οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι ,αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται . ὅταν λέγωσιν · Εἰρήνη καὶ ἀσφάλεια ,τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ ,καὶ οὐ μὴ ἐκφύγωσιν . ὑμεῖς δέ ,ἀδελφοί ,οὐκ ἐστὲ ἐν σκότει ,ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ ,πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας . οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους · ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ,ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν . οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν ,καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν · ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ,ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας · ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ,τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν . διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα ,καθὼς καὶ ποιεῖτε . Ἐρωτῶμεν δὲ ὑμᾶς ,ἀδελφοί ,εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς ,καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν . εἰρηνεύετε ἐν ἑαυτοῖς . παρακαλοῦμεν δὲ ὑμᾶς ,ἀδελφοί ,νουθετεῖτε τοὺς ἀτάκτους ,παραμυθεῖσθε τοὺς ὀλιγοψύχους ,ἀντέχεσθε τῶν ἀσθενῶν ,μακροθυμεῖτε πρὸς πάντας . ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ ,ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας . πάντοτε χαίρετε ,ἀδιαλείπτως προσεύχεσθε ,ἐν παντὶ εὐχαριστεῖτε · τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς . τὸ πνεῦμα μὴ σβέννυτε ,προφητείας μὴ ἐξουθενεῖτε · πάντα δὲ δοκιμάζετε ,τὸ καλὸν κατέχετε ,ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε . Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς ,καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη . πιστὸς ὁ καλῶν ὑμᾶς ,ὃς καὶ ποιήσει . Ἀδελφοί ,προσεύχεσθε περὶ ἡμῶν . ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ .