Ancient Greek · ~9 min
5.1 to 5.22
NOVUM TESTAMENTUM, Epistula Pauli ad Timotheum I 5.1-22
Not analysed yet
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς ,ἀλλὰ παρακάλει ὡς πατέρα ,νεωτέρους ὡς ἀδελφούς ,πρεσβυτέρας ὡς μητέρας ,νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ . Χήρας τίμα τὰς ὄντως χήρας . εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει ,μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις ,τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ . ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας · ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν . καὶ ταῦτα παράγγελλε ,ἵνα ἀνεπίλημπτοι ὦσιν · εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ ,τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων . Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ,ἑνὸς ἀνδρὸς γυνή ,ἐν ἔργοις καλοῖς μαρτυρουμένη ,εἰ ἐτεκνοτρόφησεν ,εἰ ἐξενοδόχησεν ,εἰ ἁγίων πόδας ἔνιψεν ,εἰ θλιβομένοις ἐπήρκεσεν ,εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν . νεωτέρας δὲ χήρας παραιτοῦ · ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ ,γαμεῖν θέλουσιν ,ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν · ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν ,περιερχόμεναι τὰς οἰκίας ,οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι ,λαλοῦσαι τὰ μὴ δέοντα . βούλομαι οὖν νεωτέρας γαμεῖν ,τεκνογονεῖν ,οἰκοδεσποτεῖν ,μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν · ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ . εἴ τις πιστὴ ἔχει χήρας ,ἐπαρκείτω αὐταῖς ,καὶ μὴ βαρείσθω ἡ ἐκκλησία ,ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ . Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν ,μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ · λέγει γὰρ ἡ γραφή · Βοῦν ἀλοῶντα οὐ φιμώσεις ,καί · Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ . κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ,ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων · τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ,ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν . διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ,ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος ,μηδὲν ποιῶν κατὰ πρόσκλισιν . χεῖρας ταχέως μηδενὶ ἐπιτίθει ,μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις · σεαυτὸν ἁγνὸν τήρει .