Ancient Greek
2.20 to 2.25
NOVUM TESTAMENTUM, Epistula Petri I 2.20-25
Not analysed yet
ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ; ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε ,τοῦτο χάρις παρὰ θεῷ . εἰς τοῦτο γὰρ ἐκλήθητε ,ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν ,ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ · ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ · ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει ,πάσχων οὐκ ἠπείλει ,παρεδίδου δὲ τῷ κρίνοντι δικαίως · ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον ,ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν · οὗ τῷ μώλωπι ἰάθητε . ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι ,ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν .