Ancient Greek · ~3 min
1.17 to 1.21
NOVUM TESTAMENTUM, Epistula Petri II 1.17-21
Not analysed yet
λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης · Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν ,εἰς ὃν ἐγὼ εὐδόκησα —καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει . καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον ,ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ ,ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν · τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται ,οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ ,ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ θεοῦ ἄνθρωποι .