Ancient Greek
2.19 to 2.22
NOVUM TESTAMENTUM, Epistula Petri II 2.19-22
Not analysed yet
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι ,αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς · ᾧ γάρ τις ἥττηται ,τούτῳ καὶ δεδούλωται . εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται ,γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων . κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς · συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας · Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα ,καί · Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου .