Ancient Greek
15.1 to 15.17
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 15.1-17
Not analysed yet
Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ . καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς . εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων · Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό ; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων ,καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας ,λέγων αὐτοῖς · Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός . λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας . Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ,ἐὰν ἀπολέσῃ δραχμὴν μίαν ,οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ ; καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα · Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα . οὕτως ,λέγω ὑμῖν ,γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι . Εἶπεν δέ · Ἄνθρωπός τις εἶχεν δύο υἱούς . καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί · Πάτερ ,δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας · ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον . καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν ,καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως . δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην ,καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι . καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης ,καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους · καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι ,καὶ οὐδεὶς ἐδίδου αὐτῷ . εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη · Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων ,ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι ·