# Evangelium secundum Lucam 15.1-17

New Testament, Evangelium secundum Lucam, 15.1 to 15.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/evangelium-secundum-lucam/15.1

Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ . καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς . εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων · Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό ; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων , καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας , λέγων αὐτοῖς · Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός . λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας . Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα , ἐὰν ἀπολέσῃ δραχμὴν μίαν , οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ ; καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα · Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα . οὕτως , λέγω ὑμῖν , γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι . Εἶπεν δέ · Ἄνθρωπός τις εἶχεν δύο υἱούς . καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί · Πάτερ , δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας · ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον . καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν , καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως . δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην , καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι . καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης , καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους · καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι , καὶ οὐδεὶς ἐδίδου αὐτῷ . εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη · Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων , ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι ·

---

NOVUM TESTAMENTUM, Evangelium secundum Lucam, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg003.local001/.
