Ancient Greek · ~9 min
16.1 to 16.15
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 16.1-15
Not analysed yet
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς · Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον ,καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ . καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ · Τί τοῦτο ἀκούω περὶ σοῦ ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου ,οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν . εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος · Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ ; σκάπτειν οὐκ ἰσχύω ,ἐπαιτεῖν αἰσχύνομαι · ἔγνων τί ποιήσω ,ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν . καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ · Πόσον ὀφείλεις τῷ κυρίῳ μου ; ὁ δὲ εἶπεν · Ἑκατὸν βάτους ἐλαίου · ὁ δὲ εἶπεν αὐτῷ · Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα . ἔπειτα ἑτέρῳ εἶπεν · Σὺ δὲ πόσον ὀφείλεις ; ὁ δὲ εἶπεν · Ἑκατὸν κόρους σίτου · λέγει αὐτῷ · Δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα . καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν · ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν . καὶ ἐγὼ ὑμῖν λέγω ,ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας ,ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς . Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν ,καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν . εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε ,τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει ; καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε ,τὸ ὑμέτερον τίς δώσει ὑμῖν ; οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν · ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ,ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει . οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ . Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες ,καὶ ἐξεμυκτήριζον αὐτόν . καὶ εἶπεν αὐτοῖς · Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων ,ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν · ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ .