# Evangelium secundum Lucam 18.17-35

New Testament, Evangelium secundum Lucam, 18.17 to 18.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/novum-testamentum/evangelium-secundum-lucam/18.17

ἀμὴν λέγω ὑμῖν , ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον , οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν . Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων · Διδάσκαλε ἀγαθέ , τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω ; εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς · Τί με λέγεις ἀγαθόν ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός . τὰς ἐντολὰς οἶδας · Μὴ μοιχεύσῃς , Μὴ φονεύσῃς , Μὴ κλέψῃς , Μὴ ψευδομαρτυρήσῃς , Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα . ὁ δὲ εἶπεν · Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου . ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Ἔτι ἕν σοι λείπει · πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς , καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς , καὶ δεῦρο ἀκολούθει μοι . ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη , ἦν γὰρ πλούσιος σφόδρα . Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν · Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται · εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν . Εἶπαν δὲ οἱ ἀκούσαντες · Καὶ τίς δύναται σωθῆναι ; ὁ δὲ εἶπεν · Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν . Εἶπεν δὲ ὁ Πέτρος · Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι . ὁ δὲ εἶπεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ , ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον . Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς · Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ , καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου · παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται , καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν , καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται . καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν , καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν , καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα . Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν .

---

NOVUM TESTAMENTUM, Evangelium secundum Lucam, ed. The Greek New Testament: SBL Edition. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0031.tlg003.local001/.
