Ancient Greek · ~8 min
21.1 to 21.20
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 21.1-20
Not analysed yet
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους . εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο ,καὶ εἶπεν · Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν · πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα ,αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν . Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ,ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν · Ταῦτα ἃ θεωρεῖτε ,ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται . Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες · Διδάσκαλε ,πότε οὖν ταῦτα ἔσται ,καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι ; ὁ δὲ εἶπεν · Βλέπετε μὴ πλανηθῆτε · πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες · Ἐγώ εἰμι καί · Ὁ καιρὸς ἤγγικεν · μὴ πορευθῆτε ὀπίσω αὐτῶν . ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας ,μὴ πτοηθῆτε · δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον ,ἀλλ’ οὐκ εὐθέως τὸ τέλος . τότε ἔλεγεν αὐτοῖς · Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν ,σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται ,φόβητρά τε καὶ σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται . Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν ,παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς ,ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου · ἀποβήσεται ὑμῖν εἰς μαρτύριον . θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν . παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων ,καὶ θανατώσουσιν ἐξ ὑμῶν ,καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου . καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται . ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν . Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ ,τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς .