Ancient Greek · ~8 min
23.20 to 23.38
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 23.20-38
Not analysed yet
πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν ,θέλων ἀπολῦσαι τὸν Ἰησοῦν . οἱ δὲ ἐπεφώνουν λέγοντες · Σταύρου σταύρου αὐτόν . ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς · Τί γὰρ κακὸν ἐποίησεν οὗτος ; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ · παιδεύσας οὖν αὐτὸν ἀπολύσω . οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι ,καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν . καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν · ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο ,τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν . Καὶ ὡς ἀπήγαγον αὐτόν ,ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ . Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν . στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν · Θυγατέρες Ἰερουσαλήμ ,μὴ κλαίετε ἐπ’ ἐμέ · πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν ,ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν . τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν · Πέσετε ἐφ’ ἡμᾶς ,καὶ τοῖς βουνοῖς · Καλύψατε ἡμᾶς · ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ,ἐν τῷ ξηρῷ τί γένηται ; Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι . καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ,ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ,ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν . ὁ δὲ Ἰησοῦς ἔλεγεν · Πάτερ ,ἄφες αὐτοῖς ,οὐ γὰρ οἴδασιν τί ποιοῦσιν . διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους . καὶ εἱστήκει ὁ λαὸς θεωρῶν . ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες · Ἄλλους ἔσωσεν ,σωσάτω ἑαυτόν ,εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ,ὁ ἐκλεκτός . ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι ,ὄξος προσφέροντες αὐτῷ καὶ λέγοντες · Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ,σῶσον σεαυτόν . ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ · Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος .