Ancient Greek · ~5 min
5.31 to 5.39
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 5.31-39
Not analysed yet
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς · Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες · οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν . Οἱ δὲ εἶπαν πρὸς αὐτόν · Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ,ὁμοίως καὶ οἱ τῶν Φαρισαίων ,οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν . ὁ δὲ εἶπεν πρὸς αὐτούς · Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι . ἐλεύσονται δὲ ἡμέραι ,καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις . ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν · εἰ δὲ μήγε ,καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ . καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς · εἰ δὲ μήγε ,ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς ,καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται · ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον . καὶ οὐδεὶς πιὼν παλαιὸν θέλει νέον · λέγει γάρ · Ὁ παλαιὸς χρηστός ἐστιν .