Ancient Greek
8.16 to 8.28
NOVUM TESTAMENTUM, Evangelium secundum Lucam 8.16-28
Not analysed yet
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ,ἀλλ’ ἐπὶ λυχνίας τίθησιν ,ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς . οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται ,οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ . βλέπετε οὖν πῶς ἀκούετε · ὃς ἂν γὰρ ἔχῃ ,δοθήσεται αὐτῷ ,καὶ ὃς ἂν μὴ ἔχῃ ,καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ . Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ,καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον . ἀπηγγέλη δὲ αὐτῷ · Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντές . ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς · Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες . Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ ,καὶ εἶπεν πρὸς αὐτούς · Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης ,καὶ ἀνήχθησαν . πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν . καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην ,καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον . προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες · Ἐπιστάτα ἐπιστάτα ,ἀπολλύμεθα · ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος ,καὶ ἐπαύσαντο ,καὶ ἐγένετο γαλήνη . εἶπεν δὲ αὐτοῖς · Ποῦ ἡ πίστις ὑμῶν ; φοβηθέντες δὲ ἐθαύμασαν ,λέγοντες πρὸς ἀλλήλους · Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι ,καὶ ὑπακούουσιν αὐτῷ ; Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν ,ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας . ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια · καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον ,καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν . ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν · Τί ἐμοὶ καὶ σοί ,Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου ; δέομαί σου ,μή με βασανίσῃς ·